Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 14.313 Joseph. AJ 14.318 (English) >>Joseph. AJ 14.323

14.316οὔτε γὰρ ἐπαρχίας ἐκείνων οὐθεὶς οὔτε στρατόπεδα τῆς συγκλήτου δούσης ἔλαβεν, ἀλλὰ βίᾳ καθαρπάσαντες ἐχαρίσαντο βιαίως τοῖς πρὸς ἠδίκουν χρησίμοις αὐτοῖς γινομένοις. 14.317δίκην οὖν αὐτῶν δεδωκότων τούς τε συμμάχους τοὺς ἡμετέρους ὅσα ποτʼ εἶχον ἀξιοῦμεν ἀκωλύτους διακατέχειν καὶ ὑμᾶς, εἴ τινα χωρία Ὑρκανοῦ ὄντα τοῦ ἐθνάρχου Ἰουδαίων πρὸ μιᾶς ἡμέρας Γάιον Κάσσιον πόλεμον οὐ συγκεχωρημένον ἐπάγοντα ἐπιβῆναι τῆς ἐπαρχίας ἡμῶν νῦν ἔχετε, ἀποδοῦναι αὐτῷ βίαν τε αὐτοῖς μηδεμίαν προσφέρειν ἐπὶ τῷ ἀσθενεῖς αὐτοὺς ποιεῖν τῶν ἰδίων δεσπόζειν. 14.318εἰ δέ τινα ἔχετε πρὸς αὐτὸν δικαιολογίαν, ὅταν ἔλθωμεν ἐπὶ τοὺς τόπους ἐξέσται ὑμῖν ταύτῃ χρήσασθαι, ἡμῶν ἕκαστα τοῖς συμμάχοις ὁμοίως τοῖς κρίμασιν φυλασσόντων. 14.319

Μᾶρκος Ἀντώνιος αὐτοκράτωρ Τυρίων ἄρχουσι βουλῇ δήμῳ χαίρειν. διάταγμα ἐμὸν ἀπέσταλκα πρὸς ὑμᾶς, περὶ οὗ βούλομαι ὑμᾶς φροντίσαι, ἵνα αὐτὸ εἰς τὰς δημοσίας ἐντάξητε δέλτους γράμμασι Ῥωμαϊκοῖς καὶ Ἑλληνικοῖς καὶ ἐν τῷ ἐπιφανεστάτῳ ἔχητε αὐτὸ γεγραμμένον, ὅπως ὑπὸ πάντων ἀναγινώσκεσθαι δύνηται. 14.320Μᾶρκος Ἀντώνιος αὐτοκράτωρ τριῶν ἀνδρῶν καταστάντων περὶ τῶν δημοσίων πραγμάτων εἶπεν· ἐπεὶ Γάιος Κάσσιος ταύτῃ τῇ ὑποστάσει ἀλλοτρίαν ἐπαρχίαν κατεχομένην ὑπὸ στρατοπέδων καὶ συμμάχους ὄντας διήρπασεν καὶ ἐξεπολιόρκησεν τὸ Ἰουδαίων ἔθνος φίλον ὑπάρχον τοῦ Ῥωμαίων δήμου,



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 14.313 Joseph. AJ 14.318 (English) >>Joseph. AJ 14.323

Powered by PhiloLogic